Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 2.171.1 | Hdt. 2.172.5 (English) | >>Hdt. 2.174.1 |
2.172.3 ἦν οἱ ἄλλα τε ἀγαθὰ μυρία , ἐν δὲ καὶ ποδανιπτὴρ χρύσεος , ἐν τῷ αὐτός τε ὁ Ἄμασις καὶ οἱ δαιτυμόνες οἱ πάντες τοὺς πόδας ἑκάστοτε ἐναπενίζοντο · τοῦτον κατʼ ὦν κόψας ἄγαλμα δαίμονος ἐξ αὐτοῦ ἐποιήσατο , καὶ ἵδρυσε τῆς πόλιος ὅκου ἦν ἐπιτηδεότατον · οἱ δὲ Αἰγύπτιοι φοιτέοντες πρὸς τὤγαλμα ἐσέβοντο μεγάλως .
2.172.4 μαθὼν δὲ ὁ Ἄμασις τὸ ἐκ τῶν ἀστῶν ποιεύμενον , συγκαλέσας Αἰγυπτίους ἐξέφηνε φὰς ἐκ τοῦ ποδανιπτῆρος τὤγαλμα γεγονέναι , ἐς τὸν πρότερον μὲν τοὺς Αἰγυπτίους ἐνεμέειν τε καὶ ἐνουρέειν καὶ πόδας ἐναπονίζεσθαι , τότε δὲ μεγάλως σέβεσθαι .
2.172.5 ἤδη ὦν ἔφη λέγων ὁμοίως αὐτὸς τῷ ποδανιπτῆρι πεπρηγέναι · εἰ γὰρ πρότερον εἶναι δημότης , ἀλλʼ ἐν τῷ παρεόντι εἶναι αὐτῶν βασιλεύς · καὶ τιμᾶν τε καὶ προμηθέεσθαι ἑωυτοῦ ἐκέλευε .
ch. 173
2.173.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 2.171.1 | Hdt. 2.172.5 (English) | >>Hdt. 2.174.1 |